Ancient Greek
1249.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1249.3
Unproofread scanNot analysed yet
λγ'. Οἷον, ἐπειδὴ δὲ οἱ τε Ἀθηναίων τύραννοι· καὶ τοῦτο ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν Θουκυδίδου κεῖται· διεξιὼν γὰρ περὶ τοῦ Πελοποννησιακοῦ πολέμου καὶ τοῦ τῶν Ἀθηναίων, ὧν πρὸς ἀλλήλους συνῆψαν, ὅτι μειζόν γέγονεν, ἥπερ οἱ ἄλλοι, καὶ ὅτι οἱ Μακεδαιμόνιοι ἐξ ἀρχῆς μὲν ἦσαν Ἀθηναίοις σύμμαχοι καὶ τοὺς παρ' αὐτοῖς τυράννους κατέλυσαν, ὕστερον δὲ διενήχθησαν, τάδε φησίν· „τύραννοι δὲ ὅσοι ἦσαν ἐν ταῖς Ἑλληνικαῖς πόλεσι τὸ ἐφ' ἑαυτῶν μόνον προορώμενοι εἰς τὸ τὸ σῶμα καὶ τὸν ἴδιον οἶκον αὔξειν δι' ἀσφάλειαν ὅσον ἐδύνατο μάλιστα, τὰς πόλεις ἤκουσιν· ἐπράχθη δὲ ἀπ' αὐτῶν οὐδὲν ἔργον ἀξιόλογον· εἰ μὴ τι πρὸς περιοίκους τοὺς αὐτῶν· ἕκαστους· οἱ γὰρ ἐν Σικελίᾳ ἐπὶ πλεῖστον ἔχωρησαν δυνάμεως· οὕτω πανταχόθεν ἡ Ἑλλὰς ἐπὶ πολὺν χρόνον κατεῖχετο, μήτε κοινῇ φανερὸν μηδὲν