Ancient Greek
1259.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1259.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. πραττόμενα ὁ γραμματεύς, καὶ τὰ γενόμενα ψηφίσματα ἐφύλαττεν· ὁθεν καὶ γραμματοκύφων εἴρηται ὁ Λίσχινης, ὡς ἐγκύπτων εἰς τὴν τῶν γραμμάτων ἀνάγνωσιν, τυχὸν δὲ καὶ εἰς τὸ γράφειν· ἄλλοι δὲ λέγουσιν ὡς γραμματοκύφων ἐκλήθη ἀπὸ τοῦ ἀναγιγνώσκειν τὰ ἐν τῇ κύφῃ γράμματα· κύφῃ δὲ ἐκαλεῖτο τὸ πινακίδιον, ἐν ᾧ ἦσαν τὰ τῶν Ἀθηναίων ψηφίσματα, ὁ καὶ γραμματεῖον ἐκαλεῖτο καὶ πινακίδιον· ἄλλοι δὲ γραμματοκύφωνα λέγουσιν αὐτὸν ῥηθῆναι, ὅτι ἐδίδασκε τὰ πρῶτα γράμματα.