Ancient Greek
1259.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1259.3
Unproofread scanNot analysed yet
λθ'. Ἔτριταγωνιστείς, ἐγὼ δ' ἐθεώρουν· τριταγωνιστῶν οἱ μὲν λέγουσι τὸ μετὰ τριῶν ἀγωνίζεσθαι ἐν ταῖς τραγωδίαις ὑποκριτῶν καὶ συναμιλλᾶσθαι τούτοις, οὐ δὲ τὸ ἐν τρίτῃ τάξει τῶν ὑποκριτῶν καταριθμεῖσθαι· ὅτι δὲ ὑποκριτὴς ἦν Λίσχινος, δῆλον καὶ ἄλλοθεν· τριταγωνιστὴν δὲ αὐτὸν ἀτυχῆ προσηγόρευσε, καὶ αὐτοτραγικὸν πῆιχον, καὶ ἄρουραῖον Οἰνόμαον. πῆιχον μὲν αὐτὸν προσηγόρευσε τραγικόν, ἧτοι ὅτι βοαχὺς ὢν τῷ σώματι εἴσῃει εἰς τὴν σκηνήν, ἢ ὅτι ὁ πῆιχὸς μιμητικὸν ζῷον ἐστιν. ἐπέσκωψεν οὖν τὸν Λίσχινον ὡς ἀνθρώπους τραγωδίαν ὑποκρινομένους μιμούμενον· ἄρουραῖον δὲ Οἰνόμαον λέγει, ἐπειδὴ ὑποκρινομένος ποτε Λίσχινος Οἰνόμαον Πέλοπι ὀργιζόμενον καὶ διώκοντα μετὰ προθυμίας ἔπεσεν ἐν τῇ σκηνῇ, καὶ γέλωτα τοῖς θεαταῖς παρεσκεύασεν· ἄρουραῖον δὲ καλεῖ, ὅπως μὴ δοκῇ τῶν τοὺς θυμελικοὺς ἀγῶνας ἀγωνιζομένων εἶναι, ἀλλὰ τῶν ἐν τοῖς ἀγροῖς ὑποκριτῶν· ναὶ μὴν καὶ τραγικὸν Θεοκρίνην ὠνόμασεν, ὅτι τοῦ τριταγωνιστεῖν παυσάμενος ἐβούλετο χώραν ἔχειν ῥήτορος· βλασφημῶν οὖν αὐτὸν ὡς συκοφάντην τοῦ Θεοκρίνου ἐμνημόνευσεν, ἀνδρὸς ἐπὶ συκοφαντία