Ancient Greek
1260.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1260.3
Unproofread scanNot analysed yet
μ'. Τοῦτο τὸ ἀντίθετον Δημοσθένους ἐποίησε κακότης, τὸ μὲν πρᾶγμα ἀληθὲς λαμβάνων, τὸ δὲ ἀντικείμενον ψευδὲς, ὡς ἐν τῷ παραπρεσβείας· ἐν τούτῳ τῷ λόγῳ ὁ Δημοσθένης ἀντιπαρατιθεὶς τῷ τοῦ Φιλίππου συμποσίῳ καὶ τῶν Ὀλυμπια νενικηκότων Αἰσχίνου συμπόσιον, τὸ μὲν τοῦ Φιλίππου ἀληθὲς εἰσάγει, τὸ δὲ τοῦ Αἰσχίνου ψευδὲς· οὐ γὰρ γέγονεν, ἔχει δὲ οὕτως· ἵνα τοίνυν εἰδῆτε, ὅτι οὐ μόνον τῶν δημοσίᾳ πώποτε ἐληλυθότων ὡς Φίλιππον ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἰδίᾳ καὶ πάντων οὕτοι φαυλίστατοι γεγόνασι, μικρὸν ἀκούσατέ μου ἐξὼ τῆς πρεσβείας ταυτησίν· ἐπειδή γὰρ εἶλεν Ὀλυθὸν Φίλιππος, Ὀλύμπια ἐποίησεν· εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχνίτας συνήγαγεν· ἐστιὼν δ' αὐτοὺς καὶ στεφανῶν τοὺς νενικηκότες ἤρετο Σάτυρον τουτονὶ τὸν κωμικὸν ὑποκριτήν, τί δή μόνος οὐδὲν ἐπαγγέλλεται, ἢ τίνα ἐν αὐτῷ μικροψυχίαν ἢ πρὸς αὐτὸν ἀηδίαν ἐώρακώς