Ancient Greek
1260.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1260.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. παρ' Ἀθηναίοις τὸ γνώριμον ἔχοντος· ἐσπευδε γὰρ ὁ Αἰσχίνης τοῦτον μιμήσασθαι· λέγει οὖν ὁ Δημοσθένης ἐν τῷ περὶ στεφάνου οὕτως· ἐν τίσιν οὖν σὺ νεανίας καὶ πηνίκα λαμπρὸς, ἥνιχα ἂν κατὰ τούτων εἰπεῖν τι δέοι, ἐν τούτῳ λαμπροφωνότατος, μνημονικώτατος, τραγικὸς Θεοκρίνης· ἐπὶ πᾶσι τούτοις, φησὶ Δημοσθένης, ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον, ἀντὶ τοῦ σὺ μὲν διημάρτανες, ἐγὼ δὲ κατεγέλων· τὸ δὲ μὴ μεταλαβόντα τὸ πέμπτον μέρος τῶν ψηφισομένων τοιοῦτον ἔχει τὸν νοῦν, ὅτι οὔδὲ τὸ πέμπτον μέρος τῶν ψηφισομένων δικαστῶν δικαιώσουσί σε· νόμος γὰρ ἦν δικαιούσθαι τινα παρ' αὐτοῖς καὶ ἀφέσεσθαι κατηγορούμενον, ἐὰν τὸ πέμπτον μέρος τῶν δικαστῶν συνεχάραι τοῦτο, εἰ δὲ ἧλαττον, οὐκ ἠφίετο.