Ancient Greek
1263.3 to 1264.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1263.3-1264.3
Unproofread scanNot analysed yet
μβ’. Παρὰ μὲν 8 Ἰσοχράτει οὕτως· ἐὰν ἡς φιλομαθής, ἔσῃ πολυμαθής· τοῦτο ὁ Ἰσοχρᾶτης εἶπε πρὸς 25 Δημόνικον ἐν τῷ πρὸς αὐτόν· 9 ἐὰν ἡς φιλομαθής, ἔσῃ πολυμαθής, ἀ μὲν ἐπίστασαι, διαφυλάττε ταῖς μελέταις, ἀ δὲ μὴ μεμάθηκας, προσλάμβανε ταῖς ἐπιστήμαις, ὅ- ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. μοίως γὰρ αἰσχρὸν ἀκούσαντα μὲν λόγον χρήσιμον μὴ μαθεῖν, καὶ διδόμενον τι παρὰ τοῦ θεοῦ ἀγαθὸν μὴ λαβεῖν, καὶ πάλιν ἐν τῷ αὐτῷ λόγῳ τῷ μὲν τρόπῳ γίνου φιλοπροσήγορος, τῷ δὲ λόγῳ εὐπροσήγορος· ἐστι δὲ φιλοπροσογορίας μὲν τὸ προσφωνεῖν τοὺς ἀπαντῶντας· εὐπροσογορίας δὲ τὸ τοῖς λόγοις αὐτοῖς οἰκείως ἐντυγχάνειν. μγ'. Τὸ γὰρ μανθάνειν ἐν ἀμφοτέροις ἐστίν· ἀλλ' ὅπου μὲν τὸ πολὺ πρόσκειται, σημαίνει τὸν πολλὰ εἰδότα· πολυμαθεῖς οἱ παλαιοὶ ἔκαλον οὐχὶ τοὺς μαθήματα ἐπελθόντας πολλά, οἷον γραμματικήν, ῥητορικήν, φιλοσοφίαν καὶ τὰ λοιπά, ἀλλὰ τοὺς ἐμπειρίαν ἐκ χρόνων πραγμάτων τε καὶ παθῶν ἀνθρωπίνων προσειληφότας· καὶ Ὅμηρος γὰρ τὴν ἐκ τοῦ χρόνου μυθολογίαν ἑκάστῳ τῶν ἡρώων προστιθεὶς φησι·