Ancient Greek
1264.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1264.4
Unproofread scanNot analysed yet
Καὶ μύθοις ἑκάεστο παλαιὰ τε πολλά τε εἰδώς· ταύτης ἕνεκα τῆς πολυμαθείας ἤγουν πολυπειρίας καὶ ἱστορίας φασι πλανηθῆναι καὶ Σόλωνα, καὶ γὰρ πολυμαθεῖς ἡ τῶν πραγμάτων γνώσις τοὺς ἐντυγχάνοντας ἀπεργάζεται· ὅπου δὲ τὸ φιλο πρόσκειται, ἐκεῖ ἐστιν ὁ ἡδέως μανθάνων. τὸ μανθάνειν οὐ μόνον ἐπὶ τοῦ διδάσκεσθαι καὶ παιδεύεσθαι λέγεται, ἀλλὰ δὴ καὶ ἐπὶ τοῦ ἀκούειν, ὡς ἐν τῇ συνήθει λέγειν εἰώθαμεν· ἔμαθον τὰ κατὰ σὲ ἀντὶ τοῦ ἤκουσα· εἰ μὲν οὖν φιλομαθῆ ἀκούσομεν τὸν τὰς μαθήσεις τῶν λόγων ἡδέως ἀποδεχόμενον καὶ πᾶν εἶδος παιδείας ἐγκαλλωπιζόμενον, ἐξ ἀνάγκης καὶ πολυμαθῆ νομίσομεν τὸν πολλάς ἐπιστήμας καὶ τέχνας συλλέξαντα· εἰ δὲ φιλομαθῆ δεξόμεθα τὸν φι-