Ancient Greek
1265.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1265.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. λοπευστοῦντα, καὶ ἀκούειν, ἂ μηδέπω ἀκήκοεν, ἧδὼς βουλόμενον, οἷος ἦν Ἀλκίνους τοῖς Ὀδυσσέως λόγοις κηλούμενος· πολυμαθῆ δὲ πάντως ἀκουστέον τὸν ἐξ ἀκροάσεως γεγενημένον πολλῶν ἐμπειρότατον. τοιοῦτόν τι εὑρίσκομεν καὶ παρὰ τῷ Θεολόγῳ πάρισον· γενοῦ Πέτρος ἢ Ἰωάννης, ἐπὶ τὸν τάφον ἐπειχθητι, ἀντιτρέχων, συντρέχων, τὴν καλὴν ἄμιλλαν ἀμιλλώμενος· ἔστι δὲ ἀντιτρέχειν μὲν τὸ τὸν μὲν τὴν ἐν ἀρετῇ πρᾶξιν ἐλέσθαι, τὸν δὲ τὴν γνωστικὴν θεωρίαν· συντρέχειν δὲ τὸ τῇ προθέσει περὶ τὸν οἰκεῖον σκοπὸν εὐοδοῦσθαι ἑκάτερον· τάχα δὲ καὶ τὸ ζευγνύουσι καὶ μεταζευγνύουσι τοιοῦτόν τι δοκεῖν εἶναι· εἶπον δὲ τὸ τάχα, ἐπειδή τὸ μὲν ἁπλοῦν, τὸ δὲ σύνθετον· καὶ οὐκ ἅμφω, ὥσπερ καὶ τὸ μὴ τὰ τῆς πλάσεως, ἀλλὰ τὰ τῆς ἀναπλάσεως.