Ancient Greek
1269.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1269.3
Unproofread scanNot analysed yet
μζ'. Τριῶν οὖσῶν ἰδεῶν ῥητορικῆς, ἐν τῇ συμβουλευτικῇ δεῖ μάλιστα καὶ ὁμολογεῖν, ὅτι ἐβουλεύσατο· ἰδέας τὰ εἴδη καλεῖ· λέγονται γὰρ ἰδέαι καὶ τὰ εἴδη, ὥσπερ οὐ κακῶς, ἀπὸ γὰρ τῆς μορ-φῆς τῶν λόγων καὶ τὰ εἴδη τῆς ῥητορικῆς χαρακτηρί-ζονται· ὥσπερ δὲ ἰδέαι λέγονται τὰ εἴδη, οὕτως ἐνίοτε καὶ αἱ ἰδέαι εἴδη, ὥσπερ ἐν ταῖς ἰδέαις ὁ ἀναγιγνώσκων εὑρήσει πολλαχοῦ.