Ancient Greek
1269.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1269.4
Unproofread scanNot analysed yet
Τριῶν οὖσῶν ἰδεῶν. Ἀριστοτέλης ἐν τῷ πρώ-τῳ τῆς οἰκείας ῥητορικῆς ζητῶν διὰ τί τῆς ῥητορικῆς τρία ἐστὶν εἴδη, φησίν, ὅτι τοσοῦτοι γάρ καὶ οἱ ἀκροα-ταὶ τῶν λόγων ὑπάρχουσιν ὄντες· σύγκειται μὲν γὰρ ἐκ τριῶν ὁ λόγος, ἐκ τε τοῦ λέγοντος, καὶ περὶ οὗ λέγει καὶ πρὸς ὃν, καὶ τὸ τέλος πρὸς τούτων ἐστι, λέγω δή τὸν ἀκροατήν· ἀνάγκη δὲ τὸν ἀκροατὴν ἢ θεωρὸν εἶναι ἢ κριτήν· κριτὴν δὲ ἢ τῶν γεγενημένων ἢ τῶν μελλόν-των· ἐστὶ δὲ ὁ περὶ τῶν μελλόντων κρίνων, οἷον ἐκκλη-σιαστής, ὁ δὲ περὶ τῶν γεγενημένων, οἷον δικαστής, ὁ δὲ τῆς δυνάμεως θεωρός, ὥστ' ἐξ ἀνάγκης ἂν εἴη τρία γένη τῶν λόγων τῆς ῥητορικῆς, συμβουλευτικόν, δικανικόν, ἐπιδεικτικόν.