Ancient Greek
1273.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1273.4
Unproofread scanNot analysed yet
νβ'. Καὶ κεφάλαια, ὡς μεταξὺ ἀναμνησθέντες· κεφάλαια εἴποις ἂν ἢ τὰ ἐγκλήματα ἢ τὰ ἐπιχειρήματα. νγ'. Ἐν δὲ γε ἐγκωμιαστικῇ ἰδέᾳ οὐ κωλύει ἀμφοτέροις χρῆσθαι· εὑρον παλαιῶν τινὰ λέγοντα, ὡς ἐν ἰδέᾳ ἐγκωμιαστικῇ ἀμφοτέρα μὲν χρή ποιεῖν, πλὴν οὐ κατὰ τὸν αὐτὸν λόγον, ἀσύμβατα γὰρ ἀλλήλοις, ὁμολογία τε γραφῆς καὶ σχεδίου προσποιήσις. Ἐζητήται δέ, διατί ἐν τῷ πανηγυρικῷ λόγῳ οὐδὲν ἐστιν ἐμποδῶν, καὶ ὁμολογεῖν ἐσκέφθαι καὶ ἐκ τοῦ ἐτοίμου λέγειν· οἶμαι οὖν, ὅτι χρή μὲν ὁμολογεῖν, ἵνα δεῖξῃ, ὅτι μεγάλα εἰσὶ τὰ ἔργα καὶ πόνου δεόμενα καὶ καιροῦ πολλοῦ· οὐ χρή δὲ ὁμολογεῖν, ἵνα δεῖξῃ, ὅτι πολλὰ εἰσι· πολλῶν δὲ ὄντων τῶν εἰς ἐγκωμίων προκειμένων ὑποθέσεις τὰ πολλὰ τῶν ῥήτορα παρατρίβουσιν, ὅθεν καὶ ἀπορῶν λέγει, τί δράσω; τίνὰ πρᾶξιν ἔξω; τίνὰ παρίδω; τίν' ἐγκωμιάσω; ταῦτα γὰρ προσποιουμένων σχεδιάζειν ἐστιν· ὅθεν καὶ ὁ Θεολόγος, οἷον γάρ με, φησὶ, καὶ τοῦτο