Ancient Greek
1274.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1274.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. μικροῦ παρέδραμεν ἐν μέσῳ τῶν εἰρημένων κείμενον· τὸ δὲ προοίμιον τοῦ εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίου ὁμολογεῖν ἔοιχε μελέτην πολλὴν τὴν εἰς τὸ ἐγκωμιάσαι τελείως· λέγων γὰρ προθήσεν ὑπόθεσιν ἀγώνων ἑαυτὸν τοῦτο ἀνέφηνεν, ὅτι μεγάλη χρεία σκέψεως καὶ ἀγώνων πολλῶν τοῖς ἐπαινοῦσι τὸν μέγαν Βασίλειον· καὶ πάλιν· μόνης ἡμῖν ἔδει τῆς ἐκείνου φωνῆς, ἐκεῖνον ἐγκωμιάζουσιν· ὁ γὰρ αὐτὸς ὑποθέσεις τε λαμπρὰ τοῖς ἐπαινοῦσι, καὶ μόνος τῇ τοῦ λόγου δυνάμει τῆς ὑποθέσεως ἄξιος.