Ancient Greek
1274.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1274.3
Unproofread scanNot analysed yet
10 νδ'. Περὶ αὐξήσεως, εἶτα ἀποδείξεως. Πότε ὁ ῥήτωρ αὐξήσει χρῆσεται ἐν δίκαις, εἶτα πότε ταῖς ἀποδείξεσιν; ἐνταῦθοῖ διδάσχει καὶ δύο μεθόδους ἡμῖν παραδιδωσιν. ἢ γὰρ, φησὶ, τὸ πρᾶγμα ἀμελεῖται καὶ διὰ τοῦτο αὐξήσει δεῖν χρῆσθαι πρὸ τῶν ἀποδείξεων, ἵνα διὰ ταῦτα πείσῃ προσέχειν τοὺς ἀκροατάς, καὶ πρὸς τὸ πρᾶγμα διεγερθῶσιν· ἢ ὅταν τὸ κρινόμενον ἐνδοξον ᾖ, καὶ διὰ τοῦτο οἱ δικασταὶ ταῖς κατηγορίαις οὐ προσέχῃσι· γίνεται δὲ ἡ αὐξήσις ἐκ τῶν περιστατικῶν· οἷον· σὺ τιμᾷς τὴν ἀγάπην, καὶ ταῦτα ἐν καιρῷ μισοφίλῳ; καὶ περιέπεις δι' αὐτὸ τὸ καλόν, ἐν ἀλλοτρίᾳ διάγοντος προνοούμενος καὶ κηδόμενος· ἀεὶ μὲν οὖν, φησὶ, τὰς ἀποδείξεις χρῆ τιθέναι πρὸ τῶν αὐξήσεων· ἔστι δ' ὅτε ἡ τάξις ἀμφοῖν ἐναλλάττεται· ὅταν γὰρ τὸ πρᾶγμα ἀμελῆται, ἢ τὸ εὐδύναμις ὑποκείμενον πρόσωπον τῶν μεγάλων καὶ τιμίων καθέστηκεν, τότε δεῖ κεχρῆσθαι κατὰ τὸν καιρὸν ταῖς αὐξήσε-