Ancient Greek
1290.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1290.3
Unproofread scanNot analysed yet
οδ. Περὶ τοῦ προτείνειν τὰς τοῦ ἐναντίου προτάσεις. 1 Ὁ κατηγορῶν τὰς τοῦ μέλλοντος ἀποκρίνεσθαι οὐχ ἁπλῶς προτείνει προτάσεις. Ἐν- 10 ταῦθα περὶ τῶν προτάσεων τῶν ὑποφορῶν ὁ λόγος τῷ τεχνικῷ· ἐμάθομεν γὰρ ἐν ταῖς εὕρεσιν, ἐὰν τεθῇ παρὰ τῶν ἐχθρῶν κεφάλαιον καὶ εἰσάγῃται, τότε δεῖ κοσμησαι αὐτὸ προτάσει, ὑποφορᾷ, ἀντιπροτάσει, λύσει. καὶ ἔστι πρότασις μὲν ἡ ἐπαγγελία τῆς προσφορᾶς, ὑποφορᾶ 15 δὲ ὁ τοῦ ἐχθροῦ λόγος· λέγει οὖν, ὅτι ὀφείλει 2 ἐπαγγελλεσθαι τὴν ὑποφορὰν τοῦ ἐχθροῦ, 3 ἢ ὡς ἀκριβῶς εἰδώς, ἢ ὡς ἀμφιβάλλων καὶ ἐνδοιάζων, ἢ ὡς παρὰ τινων ἀκούσας· ταῦτα μὲν οὖν τὰ σχήματα τῆς προτάσεως τῶν ὑποφορῶν. ὁ δὲ καιρὸς τῆς χρήσεως τούτων τοιοῦτος. 20 ὅταν μὲν ἔστι τὰ τοῦ ἀντιδίκου κεφάλαια ἰσχυρά, ὡς πυθανόμενος 4 ταῦτα προβάλω, 5 ἵνα δοκῇς ἀκούειν ταῦτα καὶ παρορῶν ὡς ἀνίσχυρα. ὅταν δὲ ἀσθενῆ καὶ ἀδύνατα, ὡς εἰδώς, τῇ ἐπιστήμῃ χρησεται· 6 διὰ τί; ὅτι