Ancient Greek
1291.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1291.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΛΕΙΝΟΤ. βούλεται δεῖξαι τοῖς δικασταῖς, μηδενὶ ἄλλῳ θαρρῆσαι τὸν δι’ ἐναντίας αὐτῷ, ἢ τῇ τοιαύτῃ ὑποφορᾷ τῇ σαφῶς, μονονοχὶ τοῦτο λέγων. ἀκριβῶς οἶδα ὅτι ἄλλο οὐδὲν ἔχει πάντων εἰπεῖν, ἢ τόδε. καὶ τοῦτο ποιεῖ ἐπεγγελῶν αὐτῷ, ὡς ἐπὶ μιᾶς, καὶ ταύτης σαφῶς, ἀγύρας σαλεύοντι· ἐὰν δὲ μήτε λίαν ὥσιν ἰσχυρά, ἃ μέλλει προβάλλεσθαι ὁ ἀντίδικος, μήτε λίαν ἀφελεῖ καὶ ἀνίσχυρα, ἀλλὰ μέσα, δεῖ καὶ σὲ χρῆσασθαι τῇ δόξῃ, ἥτις ἐστὶ μέση καὶ στοχαστική.