Ancient Greek
1295.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1295.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΛΕΙΝΟΤ. τινές· ἐφθάρησαν τὴν διάνοιαν. Καὶ τοσαῦτα μὲν περὶ τοῦ παραφράζειν διεξιόντες ἡγάγομεν παραδείγματα ἐκ Σωπάτρου. Τίς δὲ ἐκατέρου τούτων ὁ καιρός; πρῶτον ἡμῖν παρέδωκε μέθοδον, πῶς ἂν τις ταυτολογῶν ἢ ἑαυτῷ ἢ ἄλλοις λάθῃ. νῦν δὲ καὶ τὴν χρῆσιν τὴν τῆς μεθόδου παραδίδωσι, καὶ διδάσκει τὸν καιρὸν τῆς τε συστολῆς καὶ τῆς ἐκτάσεως καὶ τοῦ ἄμειψιν τὴν τάξιν· φησὶν οὖν ὡς ἐν μὲν συμβουλῇ δεῖ συστῆλλειν καὶ ἐκτείνειν, ἢ τὰ ἑαυτοῦ, ἢ τὰ τῶν ἄλλων, οὐ χρὴ δὲ ἄμειψαι τὴν τάξιν· διὰ τί; ὅτι πᾶς συμβουλεύων κἂν τὸ νόμιμον κεφάλαιον, κἂν τὸ δίκαιον, κἂν τὸ συμφέρον κατεπείγῃ, ἐκεῖνο πρῶτον θήσει, ὥστε καὶ ὁ περὶ τοῦ αὐτοῦ πράγματος διεξιὼν καὶ τὰ αὐτὰ νοήματα ἀπαγγέλλων τοῖς πρὸ αὐτοῦ, ἐκεῖνο θήσει πρῶτον τὸ κατεπείγον· καὶ τὴν τάξιν μὲν οὐκ ἄμειψαι, συστῆλεῖ δὲ τὰ ἐπιμήκη, καὶ τὸ ἐναντίον ποιήσει· τὸ αὐτὸ καὶ ἐν πανηγυρικῇ ἰδέα. διὰ τί; ὅτι καὶ ἐκεῖ τάξις ἐστὶ τῶν κεφαλαίων, καὶ νόμος τῆς τάξεως ἀμετακίνητος, αὕτη ἡ φύσις· δεῖ γὰρ φύσει πρῶτον τετάχθαι τὸ ἔθνος, εἶτα τὴν πατρίδα, εἶτα τοὺς προγόνους, αὖθις τοὺς πατέρας.