Ancient Greek
1295.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1295.3
Unproofread scanNot analysed yet
οἱ. Ὡσπερ ἐν συμβουλευτικῇ μὲν ἰδέᾳ ἐποίησεν ὁ Δημοσθένης· ἐν τῷ περὶ Λιοπείδους λόγῳ (τοῦτον γὰρ λέγει τὸν περὶ τῶν ἐν Χερρόνησῳ στρατιωτῶν) ταυτολογῶν ἑαυτῷ, καὶ ἐκεῖνα δή λέγων, ὅσα καὶ ἐν τοῖς Ὀλυνθιακοῖς, τὴν μὲν τάξιν ἐφύλαξεν· ἐπεὶ γὰρ πρῶτον ἦν καὶ ἀναγκαῖον κεφάλαιον τὸ προτρέψασθαι ἐπὶ τὸν κατὰ Φίλιππον πόλεμον, τοῦτο καὶ ἐν ἀμφοτέροις πρῶτον ποιεῖ· εἶτα τὸν περὶ χρημάτων εἰσάγει λόγον· τὴν μὲν οὖν τάξιν οὕτως ἐφύλαξεν· συστειλάς δὲ