Ancient Greek
1296.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1296.3
Unproofread scanNot analysed yet
οθ’. Ἐν δὲ πανηγυρικῇ ἰδέᾳ Πλάτων τὰ αὐ-τὰ λέγων Θουκυδίδῃ· νόμος ἦν’ Ἀθηναίοις ἐπιταφίοις τιμᾶν τοὺς ἐν πολέμῳ ἀποθανόντας. ὁ γοῦν Πλάτων καὶ ὁ Θουκυδίδης ἐποίησαν ἐπιταφίους· ὁ μὲν Θουκυδίδης τὸν Περικλέα ἐν τῇ δευτέρᾳ τῶν ἱστοριῶν εἰσάγων τὸν ἐπιτάφιον λόγον ἐπὶ τοῖς ἡμστευκόσι διεξερχόμενον, καὶ τὰ μὲν περὶ τῶν πολέμων συστείλαντα, τὰ δὲ περὶ τῆς πολιτείας ἐκτείναντα. ὁ δὲ Πλάτων ἐν τῷ λόγῳ, ᾧ ἐπι-γέγραπται Μενέξενος, ἢ ἐπιτάφιος, ποιήσας Ἀσπασίαν, τὴν τοῦ Σωκράτους διδάσκαλον, τὸν ἐπιτάφιον λόγον περαίνουσαν, καὶ Σωκράτην τοῦτον πρὸς Μενεκράτην διεξερχόμενον· ὁ μὲν οὖν Θουκυδίδης συνέστειλε τὰ περὶ