Ancient Greek
1296.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1296.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. ἐν τοῖς Ὀλυνθιακοῖς τὴν πρὸς τὸν κατὰ Φιλίππου πόλε-μον προτροπήν, ἐξέτεινεν ἐν τῷ κατὰ Λιοπείδους· ἐκτεί-νας δὲ τὸν περὶ χρημάτων λόγον πάλιν ἐν τοῖς Ὀλυν-θιακοῖς, ἐνταῦθοῖ συνέστειλε. πόθεν γὰρ εὐπορήσουσι χρημάτων, ἐκεῖ μὲν πολλοὺς φησι τρόπους, ἐνταῦθα δὲ ὀλίγους τίθησιν· ἀλλὰ καὶ ὁ θεολόγος μήκεσιν ἐχρήσατο καὶ βραχύτησιν ἐν τῷ εἰς τὸ βάπτισμα προτρεπτικῷ λό-γῳ, πολλάς ἐννοίας ἀμείβων ἐν τῷ ,,ὁ μὲν σοφὸς Σο-λομῶν“ καὶ μένας. αὐτίκα γὰρ ὁ μέγας Βασι-λεὺς οὕτως φησίν, ἔργασίαν ἐκ τοῦ μικροτέρου ποιού-μενος· εἰ χρυσὸν τῇ ἐκκλησίᾳ διένεμον, οὐχ ἂν μοι εἴπες· αὐρίον ἥξω, καὶ αὐρίον δώσεις· ἀλλ’ ἀπήτησας ἂν ἤδη τὴν διανομήν κατεπείγων, καὶ ἐδυσφόρεις πρὸς τὴν ὑπέρ-θεσιν, ἐπεὶ δὲ οὐχ ὑλῆς εὐχρωίαν, ἀλλὰ ψυχῆς καθαρότη-τα προτείνεται σοι ὁ μεγαλόδωρος, προφάσεις πλάττη, καὶ αἰτίας καταριθμῇ, δέον ἐπιτρέχειν τῷ λόγῳ· ὁ δὲ θεολόγος πᾶν συνεσταλμένως· ὡς ἔστιν ἄτοπον, χρήμα-τα μὲν προαρπάζειν, ὑγείαν δὲ ἀναβάλλεσθαι· εἰσὶ δὲ καὶ ἄλλα πολλὰ τὰ αὐτά, τὰ μὲν ἐκτεινόμενα, τὰ δὲ συ-στελλόμενα.