Ancient Greek
1315.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1315.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. Περὶ κοινῶν διανοημάτων πῶς αὐτὰ ἰδιώσο-μεν λέγοντες. α. Οἱ παλαιοὶ κοινὰ διανοήματα λέγοντες. Μέθοδον ἡμῖν παραδιδωσι τοῦ πῶς τὰ κοινὰ νοήματα ἰδιώσομεθα· κοινὰ δὲ διανοήματά εἰσι τὰ δημώδη καὶ οἷον ἐν τῇ ἀγορᾷ λεγόμενα, ἃ πάντες λέγουσι καὶ γινώ-σκουσιν· εἰσὶ δὲ τῆς καθαρότητος· ἐστὶ δὲ ἡ μέθοδος τοῦ τὰ κοινὰ ἴδια ποιεῖν τὸ ὁμολογεῖν, ὅτι τοῦτο πάντες λέγουσιν.