Ancient Greek
1315.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1315.4
Unproofread scanNot analysed yet
β. Ἰσοκράτης. ἅπαντες μὲν εἰώθασι ν οἱ παριόντες· τοῦτο κεῖται ἐν τῷ περὶ εἰρήνης, ἐν ᾧ προτρέπεται ἡσυχίαν ἄγειν πρὸς τοὺς λοιποὺς Ἕλληνας· καὶ ἐστιν ἡ ἀρχὴ τοῦ λόγου ἐκ τούτων. „Ἅπαντες μὲν εἰ-ώθασι ν οἱ παριόντες ἐνθάδε ταῦτα μέγιστα φάσκειν εἶ-ναι, καὶ μάλιστα σπουδῆς ἄξια τῇ πόλει, περὶ ὧν ἂν αὐ-τοὶ μέλλωσι συμβουλεύειν· οὐ μὴν ἀλλ᾽ εἰ καὶ περὶ ἄλλων τινῶν πραγμάτων ἥρμοσε τοιαῦτα προειπεῖν, δοκεῖ μοι πρέπειν καὶ περὶ τῶν νῦν παρόντων ἐντεῦθεν ποιήσασθαι τὴν ἀρχήν· ἥκομεν γὰρ ἐκκλησιάζοντες περὶ πολέμου καὶ εἰρήνης, ἃ μεγίστην ἔχει δύναμιν ἐν τῷ βίῳ τῷ τῶν ἀν-θρώπων. “