Ancient Greek
1320.2
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1320.2
Unproofread scanNot analysed yet
α᾽. Περὶ χρήσεως ἐπῶν ἐν πεζῷ λόγῳ. 1 Κατὰ πόσους τρόπους ἐν πεζῷ λόγῳ χρησις ἐπῶν γίνεται. Διδάσκει ἡμᾶς, πῶς χρῶμεθα τοῖς ἐπεσιν ἐν πεζοῖς λόγοις· ὧν εἷς μὲν ἐστιν ὁ κατὰ κόλλησιν, ἕτερος δὲ ὁ κατὰ παρωδίαν· τίς δὲ τούτων ἑκάτερος, 2 καὶ ἐν τῷ περὶ γλυσύτητος εἴρηκε, λέγων· ὅτι αὗται αἱ παραπλοκαί, 3 εἴτε ἰδίων, εἴτε ἀλλοτρίων 10 εἰεν ποιημάτων, εἰ μὴ οὕτω παραπλέξοιντο, ὥστε ἐν δοκεῖν εἶναι σῶμα αὐτῶν τε καὶ τοῦ πεζοῦ λόγου, ἀλλ᾽ ἐκ διαστάσεως λέγοιντο, ὥσπερ οἱ νόμοι, καὶ τὰ ψηφίσματα ἐν τοῖς λόγοις, ὅταν ἀναγινώσκοντο, οὐ ποιοῦσιν ἀκριβῆ τὴν γλυκύτητα, ἀλλ᾽ ἄλλο τι, οἷον· παραγνώθι δή μοι 15 καὶ σὺ τὰς ὁήσεις ἃς ἐλυμήσω.