Ancient Greek
1320.4 to 1321.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1320.4-1321.1
Unproofread scanNot analysed yet
β᾽. Κόλλησις μὲν οὖν ἐστιν, ὅταν ὁλόκληρον τὸ ἔπος εὐφυῶς κολλήσῃ τῷ λόγῳ, ὥστε συμφωνεῖν δοκεῖν· παρωδία 4 δὲ, ὅταν μέρος ἐπῶν τοῦ ἐπους παρ᾽ αὐτοῦ τὸ λοιπὸν πεζῶς ἐρμηνεύσῃ. 20 καὶ ἔοικεν, ἣν ἐνταῦθα κόλλησιν λέγει, ἐκεῖ διάστασιν καλεῖσαι· 5 καὶ οὐχ ἐναντιοῦται αὐτὸς ἑαυτῷ, ἀλλὰ κατ᾽ ἄλλο καὶ ἄλλο· ἐνταῦθα μὲν γὰρ κόλλησιν λέγει τὴν τοι- ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. τοιαύτην σύναψιν, ὅτι τὰ ἀλλότρια συγχωλλᾶνται, ὥσπερ τῷ χαλκῷ ὁ κασσίτερος, 6 ἔχει δὲ διαστασιν, ὅτι μικρὸν διιστᾶς καὶ διαναπαύων τὸν πεζὸν λόγον οὕτω λέγει τοὺς ποιητικοὺς στίχους.