Ancient Greek
1351.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1351.3
Unproofread scanNot analysed yet
Ἐν τῷ περὶ διηγήσεων ἢ ἐν τῷ περὶ μεθόδου γλυκύτητος ἐπαγγελίαν τοῦ τεχνικοῦ ἐπαληθεύει· ἔλεγε γὰρ ἐκεῖ, ὅτι δὲ καὶ ἄλλαι εἰσὶ μέθοδοι, καθ' ἃς δεῖ χρῆσθαι τοῖς μυθικοῖς, ἀκριβέστερον ἐν τῷ περὶ μεθόδου δεινότητος λελέχεται. Ὥδε γοῦν πληροῖ, ὁ ἐπηγγείλατο, λέγων, οἱ παλαιοὶ διηγούμενοι διπλῇ τινὶ μεθόδῳ χρῶνται, ἀναφορᾷ δὲ ἀσφάλειαν καὶ διὰ πίστιν βεβαιώσει, οἷον Ἰσοκράτης· Ζεὺς γὰρ Ἡρακλέα καὶ Τάνταλον γεννήσας, ὡς οἱ μῦθοι λέγουσι καὶ πάντες πιστεύουσι. “