Ancient Greek
1351.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1351.4
Unproofread scanNot analysed yet
Ἐν τῷ περὶ κεκρατηκότων ἐν τοῖς ἀκροαταῖς παθῶν καὶ τῷ ἐξῆς οἶμαι κεφαλαίῳ διδάσκει περὶ συνδρομῆς καὶ συγχωρήσεως, ὅπερ ἔφθη ἐν τῷ περὶ γοργότητος λόγῳ ἐπαγγελάμενος· ἐκεῖ γὰρ οὕτωσί φησι· περὶ δὲ συνδρομῆς εἴτε συγχωρήσεως καὶ ὅσα εἴδη αὐτῶν, καὶ ὡς δεῖ παραλαμβάνειν ἕκαστον ἐν τῷ περὶ δεινότητος ἡμῖν λελέχεται ἀκριβῶς· ὁ γοῦν ἐκεῖσε ὑπέσχετο, τοῦτο νῦν ὡδὶ ἐξεπλήρωσεν· οὐ δεῖ γὰρ, φησίν, ἀντιτείνειν πρὸς τὰ κεκρατηκότα πάθη· τοῦτο ἐν εἶδος συγχωρήσεως· εἶτα καὶ τὸ ὁμολογεῖν, ἕτερον τοῦτο εἶδος συγχωρήσεως· οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ ὁμολογεῖν τὰ ὁμολογοῦμενα ἀδικήματα, ἢ συντρέχειν καὶ συμφωνεῖν τοῖς τῶν ἀντιθέσεων λόγοις.