Ancient Greek
126.1
Gregorius Nyssenus Theol., Contra Eunomium 126.1
Unproofread scanNot analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΝ ΑΔΕΛΦΟΝ ΑΥΤΟΥ ΠΕΤΡΟΝ ΕΠΙΣΚΟΠΟΝ ΣΕΒΑΣΤΕΙΑΣ. Μόλις ἐπιτυχὼν βραχείας σχολῆς, τῇ τε τοῦ σώματος θεραπείᾳ προσχέιν ἡδυνήθην μετὰ τὴν ἐκ τῆς Ἀρμενίας ἐπάνοδον, καὶ συναγαγεῖν τὰ σχεδάρια τὰ πρὸς Εὐνόμιον κατὰ συμβουλήν τῆς σῆς συνέσεως ὀπηγουμένα · ὥστε μοι λοιπὸν εἰς λόγου σύνταξιν ἐναρμοσθῆναι τὸν πόνον, καὶ πυκνὸν ἤδη γεγενῆσθαι τὸν λόγον. Γέγραπται δέ μοι οὐ πρὸς ἀμφοτέρους τοὺς λόγους · οὐδὲ γὰρ ἐπέτυχον τοσαύτης σχολῆς, τοῦ χρησάμενος μοι τὸ τῆς αἱρέσεως βιβλίον, κατὰ πολλὴν ἀπειροκαλίαν εὐθὺς ἀνακαλεσαμένου πρὸς ἑαυτόν, καὶ οὔτε μεταγράψασθαι, οὔτε κατὰ σχολὴν ἐνδιατρίψαι ποιήσαντος · ἐν ἡμέραις γὰρ ἑπτακαίδεκα μόναις σχολάσας, οὐχ οἷός τε ἦμην ἐν οὕτως ὀλίγῳ τῷ χρόνῳ πρὸς ἀμφοτέρους ἀρχέσθαι τοὺς λόγους.