Ancient Greek
126.6
Gregorius Nyssenus Theol., Contra Eunomium 126.6
Unproofread scanNot analysed yet
Πολλάκις δὲ παρὰ πολλῶν ἐνοχληθεὶς ἀνθρώπων τῶν τινὰ ζηλῶν ὑπὲρ τῆς ἀληθείας ἔχοντων, διὰ τὸ περιτεθρυλῆσθαι, οὐκ οἶδα ὅπως, τὸ πεποιηθῆναι ἡμῖν πρὸς τὸν βλάσφημον ἀντίρρησιν · καλῶς ἔχειν ἠξίουν πρὸ πάντων τῇ σῇ συνέσει περὶ τούτου συμβούλῳ χρήσασθαι, εἴτε χρή καταπιστεύσαι ταῖς τῶν πολλῶν ἀκοαῖς, εἴτε τι καὶ ἄλλο βουλεύσασθαι. Ὁ δέ μοι τὴν ἀμφιβολίαν ποιεῖ, τοῦτό ἐστιν · Ἐπειδὴ κατ’ αὐτὴν τοῦ ἁγίου Βασιλείου τὴν κοίμησιν τὸν τοῦ Εὐνομίου λόγον ὑπέδεξάμην, ἐπὶ τῆς καρδίας περιφερούσης τῷ πένθει, καὶ πρὸς τὴν κοινὴν τῶν Ἐκκλησιῶν συμφορὰν ὑπεραλγοῦσης · γέγραπτο δὲ τῷ Εὐνομίῳ, οὐχ ὅσα μόνον τοῦ καλῶς ἔχοντος δόγματος ἔχειν ἐδείκνυ τὴν σύστασιν, ἀλλὰ καὶ πλείων αὐτῷ σπουδὴν περὶ τὰς λοιδορίας ἦν, ἃς κατὰ τοῦ πατρὸς ἡμῶν φιλοπόνως συνέγραφε, τούτου ἕνεκεν ὑποτραχυνθεὶς ἐκ τῶν ἐφ’ ὑμῖν παρ’ αὐτοῦ ρηθέντων, ἔστιν ὅπου θυμὸν τινὰ κατὰ τοῦ συγγραφέως καὶ φλεγμονὴν ἐνδείκνυσθαι. Ἐπεὶ οὖν ἄλλα ἴσως ἡμῖν οἱ πολλοὶ συνηγνόκασι, ὅτι δὲ πρὸς ὑπομένειν τοὺς