Ancient Greek
128.6
Gregorius Nyssenus Theol., Contra Eunomium 128.6
Unproofread scanNot analysed yet
Ἐπειδὴ τοίνυν ὁ ἐναρξάμενος ἔργον ἀγαθὸν ἐπιτελέσει, καὶ μὴ ἀποκάμψι ὑπηρετῶν τῇ δυνάμει τοῦ πνεύματος, μηδὲ ἡμιτελῆ ποιήσης τὴν ἀριστείαν τῶν κατὰ τῆς δόξης τοῦ Χριστοῦ στρατευομένων, ἀλλὰ μίμησαι τὸν γνήσιόν σου πατέρα, ὃς κατὰ τὸν Σηλωμὶν Φινεὲς τῇ μιᾷ πληγῇ τοῦ ἐλέγχου τὸν μαθητὴν τῷ διδασκάλῳ συναπετέκνησεν· οὕτω καὶ σὺ εὐτόνως τῇ χειρὶ τοῦ λόγου δι’ ἀμφοτέρων τῶν αἱρετικῶν βελῶν ὧσων τὴν τοῦ πνεύματος μάχαιραν, ἵνα μὴ τὴν κεφαλὴν συντεθλασμένος ὁ δρὶς κατὰ τὴν οὐράν περισπαίρων τοὺς ἀκαραιότερους φθῇ. Τῶν γὰρ πρώτων τοῦ λόγου ἀναιρεθέντων, ἐὰν τὸ τελευταῖον ἀνεξέταστον ἀφεθῇ, ἰσχὺν τινὰ κατὰ τῆς ἀληθείας ἔχειν παρὰ τοῖς πολλοῖς νομισθήσεται.