Ancient Greek
128.5
Gregorius Nyssenus Theol., Contra Eunomium 128.5
Unproofread scanNot analysed yet
Ἐντυχὼν τοῖς γράμμασι τῆς ὁσιότητός σου, καὶ κατανοήσας ἐν τῷ κατὰ τῆς αἱρέσεως λόγῳ τὸν ὑπὲρ τῆς ἀληθείας, καὶ τὸν ὑπὲρ τοῦ ἁγίου Πατρὸς ἡμῶν ζῆλον · οὐ τῆς σῆς δυνάμεως ἔργον εἶναι τὸν λόγον ᾠήθην, ἀλλὰ τοῦ τὴν ἀλήθειαν ἐν τοῖς ἑαυτοῦ δόγμασι λαλεῖσθαι οἰκονομήσαντος. Ὡςπερ δὲ τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν αὐτῷ τῷ πνεύματι τῆς ἀληθείας ἀναθεῖναι καλῶς ἔχειν φημι, οὕτω μοι δοκεῖ δεῖν καὶ τὴν κατὰ τῆς ὑγαινούσης πίστεως σπουδὴν οὐκ εἰς Εὐνόμιον, ἀλλ’ εἰς αὐτὸν ἀναφέρειν τὸν πατέρα τοῦ ψεύδους. Καὶ ἔοικεν ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος, ὁ ἐν ἐκείνῳ φθεγξάμενος, καθ’ ἑαυτὸ σπουδάλως ἠκονηχέναι τὸ εἴρος. Εἰ γὰρ μὴ ἐκεῖνος· τοσοῦτον κατὰ τῆς ἀληθείας ἀπεθρασύνετο, οὐδὲς ἂν σε πρὸς συνηγορίαν τῶν τῆς εὐσεβείας δογμάτων ἐκίνησεν. Ὁ οὖν δρασοδόμητος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, ἔδωκεν αὐτοῖς, ὡς ἂν μάλιστα τὸ σαφὲς τε καὶ ἀσύστατον τῶν δογμάτων αὐτῶν διελεγχείη, καὶ φράξῃσθαι κατὰ τῆς ἀληθείας, καὶ τὰ κενὰ μελετῆσαι διὰ τῆς κενῆς ταύτης λογογραφίας.