Ancient Greek
131.14
Gregorius Nyssenus Theol., Contra Eunomium 131.14
Unproofread scanNot analysed yet
μβ. Ἐρμηνεία τῆς τοῦ ἀγεννήτου σημασίας, καὶ τοῦ αἰδίου θεωρία. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. A Οὐχ ἦν, ὡς δοκεῖ, τὸ πάντας ἐθέλειν εὐεργετεῖν, καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ' ἑαυτοῦ χάριν ἀνεξέταστος προθεῖσθαι, κατὰ πάντα κόσμον καὶ τῆς τῶν πολλῶν κατηγορίας ἐλευθεροῦν· οὐδὲ τὸ τοῖς ἀνίατα νοσοῦσι, τὴν τῶν πολλῶν φαρμάκων προσἀπολλύειν παρασκευὴν. Ἐπεὶ μὴ τῇ τῆς ὠφελείας σκοπῷ φέρει τι τῆς σπουδῆς ἀξίαν, ἢ τοῖς δεχομένοις τὸ κέρδος, ἢ τοῖς φιλοτιμουμένοις τὸν ἔπαινον· πολλαντῶν μὲν οὖν καὶ τοῦ χειρόνου πολλάκις ἀφορμὴ τὸ τοιοῦτον καθίσταται. Οἱ τε γὰρ νοσῶδες, καὶ ἤδη πρὸς θάνατον ἐτοιμοί, τοῖς δραστικωτέροις τῶν φαρμάκων εὐκόλως προσδιαφθείρονται· καὶ οἱ θηριώδεις καὶ ἄλογοι, καθὼς φησὶ πού τὸ Εὐαγγελικόν, ἐν τῇ τῶν μαργαριτῶν ἀφειδείᾳ χειρόνοι εὐεργετουμένοις γίνονται. Διὸ μοι δοκεῖ καλῶς ἔχειν, καθὼς ὁ θεὸς προείρηκε λόγος, ἀποκρίνειν ἐν τῇ παροχῇ τῶν τιμίων τὰ δτιμα, ὡς ἂν μὴ λυπηθῇ τοῦ φιλοτιμουμένου τὴν ἀγαθότητα ὁ καταπατήσας τὸν μαργαρίτην, καὶ τῇ τῶν καλῶν ἀναίσθησίᾳ τὴν εὐεργεσίαν ὑβρίσας.