Ancient Greek
131.3 to 131.12
Gregorius Nyssenus Theol., Contra Eunomium 131.3-12
Unproofread scanNot analysed yet
λα. Ὅτι ἰκανὴ ἐστὶν ἡ γνῶσις τῆς κατὰ τὴν οὐσίαν ταυτότητος ἡ διὰ τῆς προνοίας καταγνῶσις. λβ. Ὅτι ἀδιανόητος ἡ ἀπόφασις τοῦ εἰδότος ἀκολουθεῖν τὸν τρόπον τῆς γεννήσεως τῷ τρόπῳ τῆς ὁμοιότητος. λγ. Ὅτι μάτην ἀπεφήνατο τῇ ψυχῇ τοῦ γεννῶντος ἀξία διαδείκνυσθαι τὸν τῆς γεννήσεως τρόπον. λδ. Μνήμη τῶν ἐπὶ διαβολὴ τοῦ ὁμοουσίου παρ' αὐτοῦ ῥηθέντων, καὶ πρὸς τὰ εἰρημένα μάχη. λε. Κατασκευή τοῦ πρὸς Μαριχαισμὸν ῥέπειν τὸ δόγμα τῶν Ἀνομοιῶν. λζ. Μνήμη πάλιν τοῦ ἐκκλησιαστικοῦ δόγματος ἐν παραδρομῇ. λζ. Συνήγορος τῶν παρὰ τοῦ μακαρίου Βασιλείου ῥηθέντων, παρὰ τούτου δὲ διαβλαμμένων, ἐν οἷς φησιν ὁ ἡμέτερος, τὴν Πατρὸς προσήγορον καὶ τὴν τοῦ ἀγεννήτου δύνασθαι τῇ αὐτῇ σημαίνειν δυνάμει. λη. Μάχη πρὸς τοὺς σοφισματώδεις αὐτοῦ συλλογισμοὺς δι' ἐπιχειρημάτων πλειόνων. λθ. Ἀπόκρισις πρὸς τὸ ἐπιφερόμενον παρ' αὐτοῦ ἐρώτημα, εἰ ὁ ὢν γεννᾶται. μ. Ὅτι ψυχρῶς συστηναι ἐαυτὸν ἐπεχείρησεν, ἐλεγχθεὶς παρὰ τοῦ μακαρίου Βασιλείου. μα. Ὅτι τὸ ἐπακολουθοῦν οὐ ταὐτὸν ἐστὶν ἐκεῖνω, φ' ἐπηκολουθεῖ.