Ancient Greek
132.3
Gregorius Nyssenus Theol., Contra Eunomium 132.3
Unproofread scanNot analysed yet
Εἰ μὲν οὖν ἐτι καὶ νῦν ἡ θεοσιδὴς ἐκεῖνη, καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐθεώρει τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα, κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάριν αὐτῷ, τὴν ἁμαχὸν ἐκείνην ἤρει φωνήν· τίς ἂν εἰς τοσοῦτον πεποιθήσεως ἦλθεν, ὥστε τι περὶ τῆς ὑποθέσεως ταύτης τολμῆσαι καὶ φθεγξάμεν, πάντα λόγον καὶ πᾶσαν ἥχην τῆς θείας ἐκείνης ἀλάληγγος ὑπερχούσης; Ἐπεὶ δὲ ὁ μὲν πρὸς Θεὸν ὅλος ἀνέπτατο, πρότερον μὲν ἐν ὀλίγῳ τινι, καὶ σκιουδεῖ τῷ λειψάνῳ τοῦ σώματος τῆς γῆς ἐπαπτόμενος, τῷ δὲ πλεῖονι συμμετεωροπορῶν τῷ Θεῷ· νῦν δὲ καὶ τὴν σκιὴν ἐκείνην τοῦ σώματος προσάψας καὶ καταλιπὼν πρὸς τῷ βίῳ· οἱ δὲ κηφήνες περιβομβοῦσι τὰ κηρία