Ancient Greek
133.1
Gregorius Nyssenus Theol., Contra Eunomium 133.1
Unproofread scanNot analysed yet
A τοῦ λόγου, καὶ τὸ μέλι διαλυμαίνονται· μηδὲς ἐγκαλεῖτω τόμᾶν ἐμοὶ ὑπὲρ τοῦ σιγόντος στόματος διαναστάντι πρὸς ἁμυναν. Οὐδὲ γὰρ ὑπὲρ τῶν ἄλλων λόγων τινὰ ἔμαυτὸν συνηγνώκω, κατεδεξαμένη τὸν πόνον· ἀλλ᾽ ἀκριβῶς εἰδὼς, εἴπερ τις ἕτερος, ὅτι χιλιάδες εὐθύνουντων κατὰ τὸ χάρισμα τῆς σοφίας ἐν τῇ Ἐκκλησίᾳ πληθούσιν· ὅμως ἐπειδὴ πάντων μάλιστα προσήκειν ἐμοὶ φημὶ τοῦ μεταστάντος τὸν κλῆρον διὰ τε τοὺς γεγραμμένους, καὶ τοὺς τῆς φύσεως νόμους, τούτου χάριν αὐτὸς πρὸς τῶν ἄλλων οἰκεῖομαι τὴν κληρονομίαν τοῦ λόγου· τῶν μὲν εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ συντελούμενον τοῖς ἱσχύοσι συναριθμούμενος· τοῦ δὲ ἀπερρυθμοῦτος τῆς Ἐκκλησίας εἰς ἀντίπαλον τάξιν οὐκ ἀθενεστέρος· ἐν γὰρ τῷ ὑγιαίνοντι σώματι, καὶ τὸ ἐλάχιστον μέρος διὰ τῆς τοῦ παντὸς συμπνοίας, δυνατώτερον ἄν εἴη τοῦ διεφορότος, καὶ τετμημένου· κἂν τὸ μὲν πλεόν, τὸ δὲ ἔλαττον ᾖ.