Ancient Greek
134.1
Gregorius Nyssenus Theol., Contra Eunomium 134.1
Unproofread scanNot analysed yet
πονηθείσα· Οὐ γὰρ ἂν ἔχοι τις ἐξευρεῖν πρὸς τῖνα A πλατῶν τῶν ἐπὶ λόγῳ γνωριζομένων, ταυτὸν εἰς τοῦτο προβῆναι, ὥσπερ τις τῶν ἐπὶ σκηνῆς θαυματοποιοῦντων διὰ παραλλήλων, καὶ ἰσοκώλων, ὁμοιοφώνων τε καὶ ὁμοιοκαταλήκτων ῥημάτων, οἷόν τισι χροναίως τῷ τῶν λεξίδων ῥυθμῷ διαχαραβδίζων τὸν λόγον. Τοιαῦτα γὰρ ἐστι μετὰ πολλῶν ἑτέρων, καὶ τὰ ἐν προομίοις αὐτοῦ τερετίσματα τὰ βλακῶδη ταῦτα, καὶ παρατεθρυμμένα σωτάδεια, ἃ μοι δοκεῖ τάχα μηδὲ ἡρεμαίῳ διεξέναι τῷ σχήματι, ἀλλ’ ὑποκροτῶν τῷ ποδὶ, καὶ ἐπιψύφων τοῖς δακτύλοις λιγυρῶς ἅμα πρὸς τὸν ῥυθμὸν ἐπιψήγγεσθαι, καὶ λέγειν, τὸ καὶ μηδὲν ἐτι δεῖσθαι, μήτε λόγων ἑτέρων, μήτε πόνων δευτέρων.