Ancient Greek
133.2
Gregorius Nyssenus Theol., Contra Eunomium 133.2
Unproofread scanNot analysed yet
B Μηδὲς δὲ μεγαλορρήμονεῖν με διὰ τούτων οἴεσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. Οὐ γὰρ ἀπειροκάλως εἰς λόγους, ἁμιλλαν, ἢ ῥημάτων ἐπίδειξιν, συγκαθεῖναι τῷ ἀνθρώπῳ πρὸς μειρακιώδη τινὰ φιλοτιμίαν προάγωμαι. Ἐφ᾽ ᾧν γὰρ τὸ πλεόν ἔχειν ἀνωφελές, καὶ ἀνόνητον, ἐτοίμως ἐκχωροῦμεν τοῖς βουλομένοις τῆς νίκης· τοῦτον δὲ καὶ ἄλλως μὲν τρίβονα λόγων εἶναι στοχάζομαι, πρὸς αὐτὴν βλέπων τὴν περὶ τὸ δόγμα τριβὴν διαφερόντως δὲ περὶ τὸν παρόντα πεποννῆχαι λόγον, τεκμαιρόμενος ἐκ τε τοῦ προσαναλώσθαι τῇ λογογραφίᾳ ταύτῃ τῆς ζωῆς τοῦ συγγραφέως οὐκ ἔλαχιστον μέρος· καὶ ἐκ τοῦ κατὰ πᾶσαν ὑπερβολὴν τοὺς ἐραστὰς αὐτοῦ τοῖς πεποιημένοις ἀγάλλεσθαι. Καὶ οὐδὲν ἀπεικὲς τὸν ἐν τοσαύταις ἐτῶν ὀλυμπιάσι πονήσαντα, πλεόν τι τῶν αὐθόθεν ἐπιβαλλόντων παρασκευασάσθαι· δεῖξναι δὲ μᾶλλον τὴν τοιαύτην αὐτοῦ περὶ τῶν λόγων κατατριβὴν. ἢ περὶ τὰ σχήματα κατὰ τὴν τῶν ῥημάτων συνθεσιν ἀπειροκάλια, καὶ τὸ περιττόν τε καὶ μάταιον τῆς περὶ τὰ τοιαῦτα σπουδῆς. Πολὺν γὰρ τινὰ συρρετὸν λεξίδων ἐξ ὁποιοῦ παρασκευῆς ἐκ τινων βιβλίων ἐρανισάμενος, ἐπ᾽ ὀλίγοις τοῖς νοηθεῖσιν, ἀμέτρητον τινὰ σωρείαν ῥημάτων φιλοπόνως συμφορῆσας, τὸν πολυκήρυτον τοῦτον ἐξεργάσατο πόνον, ὃν ἐπαινέουσι μὲν, καὶ τεθώπασιν οἱ μαθηταὶ τῆς ἀπάτης, ἐκ τῆς περὶ τὰ καίρια τάχα πηρώσεως, συναφρημένοι παντὸς καλοῦ τε καὶ μὴ τοιούτου διακρίνειν· γελῶσι δὲ καὶ ἀντ᾽ οὐδενὸς εἶναι κρίνουσιν, οἱ τὸ διορατικὸν τῆς καρδίας τῇ δύψει τῆς ἀπιστίας οὐκ ἐπηκρώωται. Τίς γὰρ οὐκ ἂν εἰκῶς γελάσειεν, ὁρῶν τὴν μὲν ὑπόθεσιν τῆς σπουδῆς ὑπὲρ τῶν τῆς ἀληθείας δογμάτων ἐπηγγελμένην, αὐτὴν δὲ τὴν σπουδὴν, εἰς ῥημάτων τε καὶ σχημάτων ἀπειροκαλίαν ἠσχολημένην ἐπ᾽ οὐδενὶ κατορθώματι; Τί γὰρ, ἄν καὶ μᾶλλον συναγώνισαιτο πρὸς ἔλεγχον μὲν τῶν, ὧς αὐτὸς οἴεται, εἰρημένων, σύστασιν δὲ τῆς ἀληθείας τῶν ζητουμένων ἐπίνοιάν τις τῶν ἐν τῷ λόγῳ σχημάτων ἀλλόκοτον, καὶ σύνταξιν καινοπρεπῆ τε καὶ ἰδιάζουσα, καὶ ὑδρὶς σπουδαζομένη, καὶ σπουδὴ πάλιν ὑδριζομένη, κατ᾽ οὐδένα ζηλὼν τῶν προειρηφότων ἐκ-