Ancient Greek
138.1
Gregorius Nyssenus Theol., Contra Eunomium 138.1
Unproofread scanNot analysed yet
τρυμαλίας, καὶ τὸν χυασσί· τερον ταῖς πληγαῖς ἐπιπλύνοντ᾽, Ἀ χαλ μολιβδοχοῦντι τῶν λεβήτων τὰς βάσεις· γενέσθαι δὲ τῆς τοῦ βίου μεταβολῆς αἰτίαν, συμφορὰν τινὰ διὰ τῆς τέχνης συμβᾶσαν αὐτῷ. Λαβόντος γὰρ ποτε παρὰ γυναικὸς στρατιωτικὸς χρυσίου τὴν σκεῦος τῶν περὶ δέρῃν, ἡ χεῖρα προκοσμημάτων, ἐφ᾽ ᾧπε τὴν γενομένην αὐτῷ πληγὴν διορθώσασθαι, ἀπατήσαι δι᾽ ἐπινοίας τὴν ἄνθρωπον· καὶ ὑφελέσθαι μὲν τὸ χρύσουν, ἀντιδοῦναι δὲ χάλκεον αὐτῇ τὸ σκεῦος, ἰσομέγεθες τῷ χρυσῷ, καὶ τὴν ἐπιφάνειαν ὁμοίως ἔχον δι᾽ ἐπιπολαίου βαφῆς, χρυσίῳ τὸν χάλκον ἐπαλείψαντα· κατασπορισθεῖσαν δὲ τῷ φαινομένῳ τὴν ἄνθρωπον· δεινὸς γὰρ ἦν καὶ τῇ χαλκευτικῇ διὰ τῶν τῆς τέχνης σωφροσύνας, τοὺς χρωμένους παραλογίζεσθαι· χρόνῳ φευράσαι τὴν περὶ τὸ χρυσίον κακοουργίαν, ἐξαλειφθείσης ἐκ τοῦ χάλκου τῆς βαφῆς· εἶτα μετελθεῖν ἐν δικῇ τὸν κλέπτην, στρατιωτὸν τινὸς κατὰ τὸ συγγενὲς καὶ ὁμόφυλον συγγινώσκοντα εἰς ἀγανάκτησιν. Τὸν δὲ παθόντα μετὰ τὴν τόλμην ἐκείνην, ὅσα παθεῖν εἴκας τὸν ἀπατεῶνα, καὶ κλέπτην, ὀργῇ τῆς τέχνης ἐαυτὸν ἀποστῆσαι· ὥσπερ οὐχὶ τῆς προαιρέσεως, ἀλλὰ τοῦ ἐπιτηδεύματος τὴν ἐπιθυμίαν αὐτῷ τῆς κλοπῆς ἐμποήσαντος. Ἀκολούθον δὲ μετὰ τοῦτο γενομένου ἰατροῦ τινὸς τῶν ἀγρυπνευόντων, ὡς ἂν μὴ παντελῶς ἀπορῆσαι τῆς ἀναγκαίας τροφῆς, οἰκίας τε ταῖς ἀφανεστέρας, καὶ τισὶν ἀπερὶ μενοῦσι ἀνθρώποις ἐπὶ τῷ προσήματι τῆς ἰατρικῆς ἐπαφέρεσθαι. Εἶτα κατ᾽ ὀλίγον εἰς εὐπορίαν αὐτῷ τῆς ἐπινοίας ἐλθούσης, Ἀρμενίου τινὸς εὐεσπατίτου διὰ τὸ βάρβαρον, ὡς ἰατρῷ προσέχειν ἀναπεισθέντος, καὶ συχνὸν αὐτῷ ὑποχορηγοῦντος ἀργύριον, μικρὸν ἠγεῖσθαι ἤδη τὸ θητεύειν ἑτέροις ἐπὶ τῇ τέχνῃ, ἀλλ᾽ αὐτὸν ἀξιοῦν ἰατρὸν εἶναι καὶ ὀνομάζεσθαι. Ἐντεῦθεν τοίνυν συλλόγων τε μετέχειν ἰατρικῶν, καὶ τοὺς πρὸς ἑριν λογομαχοῦσι καταμιγνύμενος, τῶν βουόντων εἰς ἦν. Καὶ ἐν τῇ τοῦ λόγου ῥοπῇ τὸ καθ᾽ ἑαυτὸν προστιθεὶς, οὐ μικρὸς ἐσπουδάζετο παρὰ τῶν τὸ ἀναίδες τῆς φωνῆς πρὸς τὰς ἑαυτῶν φιλονεικίας ἐκμισθουμένων.