Ancient Greek
138.2
Gregorius Nyssenus Theol., Contra Eunomium 138.2
Unproofread scanNot analysed yet
Λιπαρώτερας δὲ διὰ τούτων προσγενομένης αὐτῷ τῆς μάζης, οὐκ ἐπιμένειν ἤθετο δεῖν οὐδ᾽ ἐν τούτῳ τῷ βίῳ, ἀλλὰ τὴν ἰατρικὴν ἐκείνην μετὰ τῆς χαλκευτικῆς κατ᾽ ὀλίγον ὑπαπεδύετο. Ἀρείου δὲ τοῦ θεομάχου τὰ πονηρὰ ταῦτα σπέρματα τῶν ζιζανίων ἐναπεράντος· ὃν ὁ καρπὸς ἐστὶ τῶν Ἀνομοίων τὰ D δόγματα, αἱ τῶν λατρείων σχολαὶ τῇνιχαῦτα τοὺς περὶ τοῦ ζητήματος ἐκείνου θαρροῦσι περιπατεῖν. Ἐμμελησάσας τοίνυν τῇ τοιαύτῃ διατριβῇ, καὶ τινὰ συλλογισμῶν ἐξοδὸν ἐξ Ἀριστοτελικῶν ἀπηχημάτων παρατηρήσας, ὁνομαστὸς ἦν τὸν πατέρα τῆς αἱρέσεως Ἀρείον τῇ καινότητι τῶν ἐφευρεθέντων ὑπερβαλλόμενος, μᾶλλον δὲ τῶν παρ᾽ ἐκείνῳ τεθέντων τὴν ἀκολουθίαν κατανοήσας· ἀγχίνους τις ἐδοξεν εἶναι καὶ τῶν χρυφίων εὐρητικός· τὸ πτιστὸν, καὶ τὸ ἐξ οὐκ ὄντων, ὁμόιον εἶναι τῷ κτίσαντι, καὶ τῷ παραγόντι ἐκ τοῦ μὴ ὄντος ἀποφηνάμενος.