Ancient Greek
139.2
Gregorius Nyssenus Theol., Contra Eunomium 139.2
Unproofread scanNot analysed yet
Οὐ τοίνυν λαμβάνει ταῦτα τὸν γνήσιον αὐτοῦ ζηλωτὴν Εὐνόμιον τοῦτον, ὃς τοῦ κατὰ φύσιν ἐαυτοῦ πατρὸς βελτίστου τὰ ἄλλα, πλὴν γενέσθαι τοιούτου πατέρα, εὐγνώμονα μὲν καταμαθὼν, καὶ νενομι-σμένην τὴν τοῦ βίου διαγωγὴν, μοχθηρὰν δὲ διὰ πενίαν, καὶ μυρίων γέμουσαν πόνων (γεωργὸς γὰρ τις ἦν ἐπισκευωφὼς τῷ ἀρότρῳ, καὶ πολὺν πόνον περὶ τὸ βραχὺ γῆδιον ἔχων· διὰ δὲ τοῦ χειμῶνος, ὅτε τῶν περὶ τὴν γῆν καμάτων ἔχει τὴν ἄδειαν, τὰ πρῶτα στοιχεῖα, καὶ τὰς συλλαβὰς τοῖς παιδίοις ὑπογράφασιν εὐμηχάνως διὰ τῶν μισθωμάτων ἐκεῖ-νων τὰ πρὸς τὸν βίον ἐπεστίλζετο)· ταῦτα τοίνυν περὶ τὸν ἑαυτοῦ πατέρα βλέπων, ἐρρωθὲι φράσας τὸ τε ἀρότριον, καὶ τὴν σμινύην, καὶ πᾶσι τοῖς πατρικοῖς ἐργαλείοις, ὡς ἂν μὴ καὶ αὐτὸς προσταλαιπωρήσῃ τοῖς ὁμοίοις τῶν πόνων, πρῶτον μὲν τὸς Προυνίκου σοφίας γίνεται μαθητής· καὶ γράφειν εἰς τάχος ἐκ-μελετήσας, συνὴν τὰ πρῶτα τῶν ἐκ τοῦ γένους οἷμαι τινι, μισθὸν τῆς ἐν τῷ γράφειν ὑπηρεσίας τῇ τροφῇ ἔχων· εἶτα παιδαγωγὸν τοῦ τρέφοντος αὐτὸν τὰ μειράκια, κατ’ ὀλίγον εἰς ῥητορικῆς ἐπιθυμίαν προέρχεται· καὶ τὰ ἐν τῷ μέσῳ παρίημι· τὸν τε ἐπὶ τῆς πατρίδος αὐτοῦ βίον, καὶ ἐφ’ οἷς ἐν τῇ Κω-σταντινῷ πόλει κατελήφθη, καὶ μετὰ τίνων. Μετὰ δὲ ταῦτα περὶ χλανίδια, καὶ ζώνην ἀσχοληθεῖς, ὡς φασιν.