Ancient Greek
139.1
Gregorius Nyssenus Theol., Contra Eunomium 139.1
Unproofread scanNot analysed yet
Ἐπειδὴ τοίνυν διὰ τῶν τοιούτων λόγων τὰς φιλοκαίνους τῶν ταῦτα νοσούντων ἀκοὰς ἐγαραγάλιζε, γινώσκει τὴν καινοτόμην ταύτην καὶ ὁ Βλέμμυς Θεόφιλος, ᾧ συνθεῖας τινὸς περὶ τὸν Γάλλον προ-ὑπαρχούσης, ὁ Ἀέτιος εἰς τὰ βασιλεῖα δι’ αὐτοῦ παρε-δύετο. Τοῦ δὲ περὶ τὸν ὑπαρχὸν Δομετιανὸν καὶ Μόντιον ἄγους τῆς ἁμαρτίας τῆς τοῦ Γάλλου, πάντες οἱ κοινωνοὶ τοῦ μιάσματος συμμετεῖχον, ὡς εἰκὸς, τῆς ἐκείνου καταστροφῆς. Ἄλλ’ οὗτος ἐκδύνει τὴν τιμωρίαν, οὐδὲ τοῦ παθεῖν τι κακὸν μετὰ τῶν συναιτίων τοῦ ἄγους ἀξίος εἶναι κριθείς. Ἐπὶ τοῦ-τοις τοῦ μεγάλου Ἀθανασίου βασιλικῇ δυναστείᾳ τῆς Ἀλεξανδρέων Ἐκκλησίας μετατεθέντος· Γεωργίου δὲ τοῦ Ταρβασθηνίτου τὸν ἐκεῖνον λαὸν διασπῶντος, πάλιν Ἀλεξανδρεύς ὁ Ἀέτιος, οὐδενὸς ἧττον ἔχων τῶν ὑποπερομένων καὶ παρασιτούντων τῷ Καππα-δόχῃ· οὐδὲ γὰρ τῆς κολακείας ἀμελῶς εἶχε· χαίρειν δὲ τοῦτο πάλαι τῇ διατροφῇ κατειλημένος τοῦ δόγματος, καὶ εὕρεμα εἶναι τῷ Ἀετίῳ κατ’ ἐξουσίαν προκειμένους.