Ancient Greek
153.40 to 153.52
Gregorius Nyssenus Theol., Contra Eunomium 153.40-52
Unproofread scanNot analysed yet
γυναιξὶ τοῦτο φόβον παρέχειν. Ἄλλ’ εἶναι πᾶσι Χριστιανοῖς τὸν ἀνωτάτω τῆς εὐημερίας ὅρον, τὸ ὑπὲρ τῆς ἐλπίδος τι ταύτης τῶν ἀνηκέστων παθεῖν· λυπεῖσθαι μόνον ἔλεγον, ὅτι εἰς ἑστὶν ἐν τῇ φύσει ὁ θάνατος, καὶ οὐδεμιᾶν μηχανὴν εὑρεῖν καὶ πολλοῖς δυναθῆναι θανάτοις τῆς ἀληθείας προαγωνισάσθαι. Οὕτω δὲ αὐτοῦ πρὸς τὰς ἀπειλὰς ἐκείνας ἑαυτὸν ἐπαίροντος, καὶ πάντα τὸν ὕψον τῆς δυναστείας ἐκείνης ἀντ’ οὐδενὸς παραδεχόντος· ὥσπερ ἐπὶ σκηνῆς ἀθρόως ἐν ταῖς τῶν προσώπων ὀπαλλαγαῖς, ἀνθ’ ἑτέρων ἕτερα δείκνυνται· τὸν αὐτὸν τρόπον, καὶ ἡ πικρία τῶν ἀπειλῶν εἰς κολακείαν μετεσκευάσθῃ· καὶ μεταβάλλων ὁ τέως βαρύς, καὶ καταπληκτικὸς τῷ φρονήματι, τοὺς ἐπιεικεῖς τε καὶ ὑμεῖς τῶν λόγων· Σὺ δέ, φησί, μὴ μικρὸν ποιοῦ βασιλέα τὸν