Ancient Greek
153.55
Gregorius Nyssenus Theol., Contra Eunomium 153.55
Unproofread scanNot analysed yet
μέγαν τῷ σῷ καταμιχθῆναι λαῷ. Ἄλλὰ δεῖσαι χάρις- νου κληθῆναι διδάσκαλος, μηδὲ ἀντιβῆς τῷ βουλήματι· βούλεται δὲ μικροῦ τινος τῶν ἐν τῇ πίστει γεγραμμένων ὑφαιρεθέντος τῆς τοῦ ὁμοουσίου λέξεως, τοῦτο γενέσθαι. Ἄλλὰ τὸ μὲν μετασχεῖν τῆς Ἐκκλησίας τὸν βασιλέα, τῶν μεγίστων εἶναι· πάλιν ὁ διδάσκαλος ἀποκρίνεται. Μέγα γάρ, φησί, τὸ ψυχὴν περιίστασθαι· οὐχ ὅτι βασιλεύειν, ἀλλ’ ὅτι διὰς ἀνθρώπων. Τῆς δὲ πίστεως τοσούτων ἀποχθεῖν ὑφαίρεσιν, ἢ προσθήκην ποιήσασθαι, ὡς μηδὲ τὴν τάξιν ἂν ὑπαλλάξαι τῶν γεγραμμένων. Ταῦτα ὁ δειλὸς τε καὶ ἀνάνδρος, καὶ πρὸς τὸν φόρον τῆς θύρας ἐπτοημένος, πρὸς τὸν τοσούτων ἀξίωματι καὶ εἶπε τῷ λόγῳ, καὶ διὰ τῶν ἔργων ὁ ῥηθὲν ἐπιστώσατο· ὃς τὴν τῶν Ἐκκλησιῶν τότε καταστροφήν, οἷον τινὰ χειμάρρον διὰ τῶν δυναστείων μέουσαν, ἐσπῆσεν ἐν ἑαυτῷ, καὶ ἀπέστρεψε· μόνος ἀρξάσας τῇ τοῦ κακοῦ προσβολῇ· καλᾶτερ τις ἐν θαλάσσῃ πέτρα μεγάλη, καὶ ἀσειστος, ἀντὶ κύματος πολλοῦ, καὶ μεγάλου τὴν τῶν δεινῶν προσβολὴν ἐν ἑαυτῇ περιθρύψας.