Ancient Greek
155.3
Gregorius Nyssenus Theol., Contra Eunomium 155.3
Unproofread scanNot analysed yet
Ταῦτα τὰ τῆς δειλίας τοῦ διδασκάλου ἡμῶν ἀποτελέσματα· ταῦτα τοῦ κατεπηχότος τοὺς τραχυτέρους τῶν πόνων τὰ κατορθώματα· οὐκ ἐν γραιδίοις δυσθνοῖς εὐδοκιμοῦντος, οὐδὲ ἀπαρχὴν γυναικῶν πρὸς πᾶσαν ἀπάτην εὐκόλως ἔχοντα μελετῶντος, οὐδὲ ὑπὸ τῶν κατεγνωσμένων καὶ κατεφθαρμένων θαυμάζεσθαι μέγα τοῖς. Ἀλλὰ διὰ τῶν ἔργων δεῖξας τὴν ἰσχύν τῆς ψυχῆς, καὶ τὸ ἀτρεπτον, καὶ ἀνδρείον, καὶ γενικὸν τοῦ φρονήματος· οὐ τὸ κατόρθωμα, σωτηρία μὲν τῆς πατρίδος ἀπάσης, εἰρήνη δὲ τῆς καθ' ἡμᾶς Ἐκκλησίας, ὑπόδειγμα δὲ παντὸς ἀγαθοῦ, τοῖς κατ' ἀρετὴν ζῶσιν, ἀνατροπὴ τῶν ἐναντίων, συγγνωρία τῆς πίστεως, ἀσφάλεια τῶν ἀσθενεστέρων, βεβαίωσις τῶν προθυμοτέρων, πάντα δὲ τὸν κρεῖττον μῖτρας εἶναι πεπίστευται· ἐπὶ τούτων μόνων τῶν διηγημάτων, ἀκοὴ τε καὶ ὄψις ἐπὶ τῶν πραγμάτων συμβαίνουσι· ταυτὸν γὰρ ἐστὶ λόγῳ τὰ κάλλιστα διηγήσασθαι, καὶ ἔργῳ δεῖξαι τὴν μαρτυρίαν τῶν λόγων, καὶ ἀμφοτέρα δι' ἀλλήλων πιστώσασθαι, τὴν τε μνήμην ἀπὸ τῶν φαινομένων, καὶ τὰ πράγματα διὰ τῶν λεγομένων.