Ancient Greek
155.4
Gregorius Nyssenus Theol., Contra Eunomium 155.4
Unproofread scanNot analysed yet
Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἐξῶ τῶν προκειμένων παρηνέχθη ὁ λόγος, πρὸς ἕκαστον τῶν ἐφ' ὀβρεῖ βηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος· καὶ τῷ Εὐνομίῳ χεῖρον οὐ μικρὸν ἡ περὶ τὰ τοιαῦτα τοῦ λόγου διατριβή, ἐν τῇ τῶν ἀνθρωπίνων αἰσχρῶν κατηγορία τοὺς κυριωτάτους προσθῆναι χωλουμένου. Ὡσπερ οὖν τὸν ἐπὶ φόνῳ κρινόμενον ὑπὲρ τῆς ἐν ῥήμασι προπετείας κακίζειν τῶν ἀχρήστων ἐστὶν (ἀρκεῖ γὰρ ὁ φόνος ἀπελεγχθῆς τὴν τοῦ θανάτου ψῆφον ἐπενεγκεῖν, κἂν μηδεμία προπέτεια λόγων τῷ φονιφῶνι συναπελέγχται)· οὕτω μοι καλῶς ἔχειν δοκεῖ, μόνην αὐτοῦ τὴν ἀσέβειαν εἰς ἔλεγχον ἀγαγεῖν, τὰς δὲ καθ' ἡμῶν λοιδορίας χαίρειν ἄφασιν. Δῆλον γὰρ ὅτι περὶ τὰ μέγιστα καὶ κυριώτατα τῆς πονηρίας φωραθείσης, καὶ τὰ λοιπὰ πάντα τῇ δυνάμει συναπελέγχεται· κἂν μὴ καθ' ἕκαστον ἀκριβῶς ἐπεξιῶμεν. Ἔστι τοίνυν τὸ κεφάλαιον τῶν παρ' αὐτοῦ κατασκευαζομένων, βλασφημία μὲν εἰς τὸ δόγμα τῆς εὐσεβείας, ἐν τε τῷ προδόντι λόγῳ, καὶ ἐν τῷ νῦν παρ' ἡμῶν εὐθυνομένῳ· σπουδὴ δὲ πᾶσα καθελθεῖν, καὶ παραγράψασθαι, καὶ ἀνατρέψαι παντελῶς τὰς περὶ τοῦ μονογενοῦς Θεοῦ, καὶ τὰς περὶ τοῦ ἁγίου Πνεύματος εὐσεβεῖς ὑπολήψεις. Ὡς ἂν οὖν μάλιστα ψευδὴς, καὶ ἀσύστατος ἐπιδείξη ἡ κατὰ τῶν δογμάτων τῆς ἀληθείας κατασκευὴ· πρῶτον μὲν ἐπὶ λέξεως αὐτοῦ τὴν περὶ τούτων παραθήσομαι ῥήσιν· ἔπειτα δὲ πάλιν ὑπελεύσομαι τοὺς εἰρημένους, ἕκαστον αὐτῶν ἐξετάζων χωρὶς.