Ancient Greek
155.5
Gregorius Nyssenus Theol., Contra Eunomium 155.5
Unproofread scanNot analysed yet
Ἔστι τοίνυν τὸ κεφάλαιον τῶν παρ' αὐτοῦ κατασκευαζομένων, βλασφημία μὲν εἰς τὸ δόγμα τῆς εὐσεβείας, ἐν τε τῷ προδόντι λόγῳ, καὶ ἐν τῷ νῦν παρ' ἡμῶν εὐθυνομένῳ· σπουδὴ δὲ πᾶσα καθελθεῖν, καὶ παραγράψασθαι, καὶ ἀνατρέψαι παντελῶς τὰς περὶ τοῦ μονογενοῦς Θεοῦ, καὶ τὰς περὶ τοῦ ἁγίου Πνεύματος εὐσεβεῖς ὑπολήψεις. Ὡς ἂν οὖν μάλιστα ψευδὴς, καὶ ἀσύστατος ἐπιδείξη ἡ κατὰ τῶν δογμάτων τῆς ἀληθείας κατασκευὴ· πρῶτον μὲν ἐπὶ λέξεως αὐτοῦ τὴν περὶ τούτων παραθήσομαι ῥήσιν· ἔπειτα δὲ πάλιν ὑπελεύσομαι τοὺς εἰρημένους, ἕκαστον αὐτῶν ἐξετάζων χωρὶς.