Ancient Greek
157.2
Gregorius Nyssenus Theol., Contra Eunomium 157.2
Unproofread scanNot analysed yet
Ἄλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς ταύτης ὀνοματοποιίας, ὅτι πάντες ἄνθρωποι Πατρὸς καὶ Υἱοῦ προσῳδίαν ἀκούσαντες, εὐθὺς τὴν οἰκείαν αὐτῶν καὶ φυσικὴν πρὸς ἀλλήλα σχέσιν ὑπ’ αὐτῶν τῶν ὀνομάτων ἐπιγινώσκουσι. Τὸ γὰρ τῆς φύσεως συγγενὲς ἐκ τῶν προσῳγιῶν τούτων αὐτομάτως διεργμενεύεται. Ἵνα οὖν μὴ ταῦτα νοήται περὶ τοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς Υἱοῦ, διὰ τοῦτο κλέπτει τῶν ἀκούοντων τὴν διὰ τῶν ὀνομάτων συνεισιούσαν τῆς οἰκειότητος ἔμφασιν· καὶ καταλιπὼν τὰ θεόπνευστα ῥήματα, διὰ τῶν ἐπινοηθέντων ἐπὶ λύμῃ τῆς ἀληθείας ποιεῖται τὴν τοῦ δόγματος ἔκθεσιν.