Ancient Greek
157.3
Gregorius Nyssenus Theol., Contra Eunomium 157.3
Unproofread scanNot analysed yet
Καλῶς δὲ τοῦτο φησιν, οὐ τῶν καθόλου τῆς Ἐκκλησίας δογμάτων, ἀλλὰ τῶν καθ’ αὐτοὺς ἐν τούτοις συμπληροῦσθαι τὸν λόγον. Ἔστι δὲ πρόχειρος μὲν παντὶ τῷ γε νοῦν ἔχοντι, τῆς ἀσεβείας τῶν εἰρημένων ἡ κατανόησις. Οὐδὲν δὲ ἴσως ἀπὸ καιροῦ, καὶ καθ’ ἕκαστον διεξετάσαι τῷ λόγῳ· τί βουλόμενος τὸ ἀνωτάτω τε καὶ κυριώτατον μόνη προσμαρτυρεῖ τοῦ Πατρὸς τῇ οὐσίᾳ, οὔτε τοῦ Υἱοῦ, οὔτε τοῦ ἁγίου Πνεύματος, ὅν τε καὶ κυρίαν εἶναι συγχωρῶν τὴν οὐσίαν. Οἶμαι γὰρ ἔγωγε μελέτην εἶναι ταύτην τῆς παντελοῦς κατὰ τὴν οὐσίαν ἀρνήσεως τοῦ Μονογενοῦς καὶ τοῦ Πνεύματος, καὶ τοῦτο λελήσθως κατασκευάζεσθαι διὰ τῆς τοιαύτης τεχνολογίας, τὸ μέχρι ὀνόματος εἶναι ταῦτα δοκεῖν, τὴν δὲ ἀλήθει τῆς ὑποστάσεως αὐτῶν ὁλοσχερῶς διὰ τῆς τοιαύτης κατασκευῆς ἀθετεῖσθαι· καὶ ὅτι ταῦτα τούτων ἔχει τὸν τρόπον, χαλπῶς ἂν τις κατανοήσειε μικρὸν προσδιατριβῆς τῷ λόγῳ. Οὐκ ἔστι τοῦ νομίζοντος ἀληθῶς εἶναι κατ’ ἰδίαν ὑπόστασιν τὴν Μονογενῆ καὶ τὸ Πνεῦμα τὸ