Ancient Greek
159.1
Gregorius Nyssenus Theol., Contra Eunomium 159.1
Unproofread scanNot analysed yet
διασωθεῖν λόγος, εἰ τὸ πλεῖον τε καὶ ἔλαττον ἐν αὐτῷ δογματίζοιτο; Ἐκ γὰρ τῆς τῶν περάτων πρὸς ἀλλήλα παραθέσεως, τὸ πλεῖον διαγιγνώσκομεν· ἐφ’ ὃν δὲ πέρα οὐκ ἔστι, πῶς ἂν τις δυνηθεῖ τὸ περιούσιον ἐννοῆσαι; Ἡ οὐχὶ τοῦτο, χρονικὴν δὲ τινα τὴν ὑπεροχὴν ἐννοῶν, κατὰ τὰ προσθεῖς τῆς ἀρχαιότητος τὸ πλεῖον νέμει, καὶ διὰ τοῦτο τὴν τοῦ Πατρὸς οὐσίαν μόνην ἀνωτάτω φησίν; Οὐκοῦν εἰπάτω τίνι τοῦ πλεῖον τῆς τοῦ Πατρὸς ζωῆς διεμέτρησε, μηδενὸς διαστήματος χρονικοῦ προειννοουμένου τῆς τοῦ Μονογενοῦς ὑποστάσεως.