Ancient Greek
159.2
Gregorius Nyssenus Theol., Contra Eunomium 159.2
Unproofread scanNot analysed yet
Καὶ τοὶ εἰ καὶ τοῦτο ἦν (εἰρήσθω γὰρ καθ’ ὑπόθεσιν τέως) ἡ τῷ χρόνῳ προήκουσα τῆς μεταγενεστέρας οὐσίας, τί μᾶλλον ἔχει τὸ εἶναι, κατ’ αὐτὸν λέγω τὸν τοῦ εἶναι λόγον, ὥστε τὴν μὲν ἀνωτάτω καὶ κυρίαν λέγειν, τὴν δὲ μὴ οὕτως ἔχειν; Τοῦ γὰρ προγενεστέρου πρὸς τὸ νεώτερον, ὁ μὲν χρόνος τῆς ζωῆς πλεῖων ἐστίν· ἡ δὲ οὐσία παρὰ τοῦτο, οὐδὲ πλεῖον τὸ ἔλαττον ἔχει. Σαφέστερον δὲ τοῦτο καὶ δι’ ὑποδειγμάτων γενησεται· τί ἔλαττον εἶχε τοῦ Ἀβραὰμ κατὰ τὸν τῆς οὐσίας λόγον, ὁ μετὰ δεκατέσσαρας γενεὰς ἀναδειχθεὶς Δαβὶδ; Ἄρα τι μετεποιήθη τῆς ἀνθρωπότητος ἐπὶ τούτου; Καὶ ἦττον ἄνθρωπος ἦν, ὅτι τῷ χρόνῳ μεταγενεστέρος; Καὶ τίς οὕτως ἡλίσιος ὥστε τοῦτο εἰπεῖν; Εἰς γὰρ ἐφ’ ἑκατέρων τῆς οὐσίας ὁ λόγος, οὐδὲν τῇ παρόδῳ τοῦ χρόνου συναλλοιούμενος; οὐδὲν τις εἴπη τὸν μὲν μᾶλλον ἄνθρωπον εἶναι, διὰ τὸ προῆκειν τῷ χρόνῳ· τὸν δὲ ἔλαττον μετέχειν τῆς φύσεως, ὅτι μεθ’ ἑτέρους τῇ ζωῇ ἐπεδήμησεν· ὡςπερ ἡ προαναλωθεῖσα τῆς φύσεως ἐν τοῖς προλαθοῦσιν, ἢ τοῦ χρόνου τὴν δύναμιν ἐν τοῖς παρηρχομένοις προδαπανήσασα. Οὔτε γὰρ ἐπὶ τῷ χρόνῳ ἐστὶν ἀφορίζειν ἑκάστῳ τὰ μέτρα τῆς φύσεως, ἀλλὰ αὐτὴ μὲν ἐφ’ ἑαυτῇ μένει διὰ τῶν ἐπιγινομένων ἑαυτὴν συντηροῦσα· ὁ δὲ χρόνος φέρεται κατὰ τὸν ἴδιον τρόπον, εἴτε περιέχων, εἴτε παραφρέων τὴν φύσιν, παγίαν καὶ ἀμετάθετον ἐν τοῖς ἰδίοις μένουσαν ὁροῖς. Οὐκοῦν οὐδ’ εἰ τῷ χρόνῳ δοθεῖ τὸ πλεῖον ἔχειν, καθὼς ὁ λόγος ὑπέθετο, κυρίως τῷ Πατρὶ μόνῳ τὸ ἀνωτάτον τῆς οὐσίας προσμαρτυρήσοιτο· μηδεμιᾶς δὲ οὐσίας τῆς κατὰ τὰ προσθεῖς τοῦ χρόνου διαφορᾶς, πῶς ἂν τις ἐπὶ τῆς προαιωνίου φύσεως τὸ τοιοῦτον ἐπινοήσαι; Παντὸς γὰρ διαστήματος μετρητικοῦ τῇ κάτω τῆς θείας φύσεως εὐρισκομένου, τὶς καταλείπεται λόγος τοῖς ἐπιχειροῦσι τὴν πρόχρονον τε καὶ ἀκατάληπτον οὐσίαν τῇ πρὸς τὸ ἄνω καὶ κάτω διαφορᾷ διασχίζειν;