Ancient Greek
160.2
Gregorius Nyssenus Theol., Contra Eunomium 160.2
Unproofread scanNot analysed yet
Ἐπεὶ δὲ καὶ σοφὸς εἶναι τὰ τοιαῦτα βούλεται, καὶ διαπτεῦει τοὺς ἄνευ λογικῆς ἐντεχνείας ἐπιχειροῦντας τῷ γράφειν· εἴπατόν τοις καταφρονουμένοις ἡμῖν ἐκ ποίας σοφίας τὸ μᾶλλον τε καὶ ἧττον τῆς οὐσίας ἐγνώρισε. Τίς λόγος ὁ τὴν τοιαύτην διαφοράν παραστήσας, ὅτι οὐσία τις ἑτέρας οὐσίας μᾶλλόν ἐστι, κατ’ αὐτὸ λέγω τὸ σημαινόμενον τῆς οὐσίας; Μὴ γὰρ δὴ προφερέτω τις τῶν ποιητῶν ἢ τὰς τῶν ἰδιωμάτων διαφορὰς, ὅσαι περὶ οὐσίαν τῷ λόγῳ τῆς ἐπινοίας καταλαμβάνονται, ἄλλο τὸ παρὰ τὸ ὑποκείμενον οὐσι. Οὐ γὰρ ἀτμῶν, ἢ χρωμάτων, ἢ βάρους, ἢ δυνάμεως, ἢ ἀξιώματος, ἢ τρόπων, καὶ ἤθους διαφοράς, ἢ εἴ τι ἄλλο περὶ τε σῶμα καὶ ψυχὴν θεωρεῖται, ταῦτα πρόκειται νῦν ἐξετάζειν· ἀλλ’ αὐτὸ λέγω ὑποκείμενον, ὃ κυρίως· τὸ τῆς οὐσίας ἐπιχέκληται ὄνομα, εἰ τινὰ πρὸς ἄλλην οὐσίαν ἐν τῷ μᾶλλον εἶναι τὴν διαφοράν ἔχει. Ἄλλ’ οὕτω μέχρι· τοῦ νῦν ἀκρώσαμεν δύο τινῶν ὁμολογουμένων εἶναι, ἕως ἐν ἀμφοτέρας ἢ, τὸ μὲν τι μᾶλλον, τὸ δὲ ἔλαττον εἶναι· Ἐστὶ γὰρ ὁμοίως ἑκάτερον, ἕως ἂν ἢ καθὸ ἐστιν, ὑπεξηρημένου, καθὸς προειρήται, τοῦ κατὰ τὸ προτιμότερον ἢ διαρκέστερον λόγου.