Ancient Greek
160.1
Gregorius Nyssenus Theol., Contra Eunomium 160.1
Unproofread scanNot analysed yet
οὐσίαν ἐνδεικνυμένων, ἣν μόνην κυρίως εἶναι διςχυρίζονται, τὴν δὲ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἐν τοῖς μὴ οὖσι λογιζομένων· πάν γὰρ τὸ μὴ κυρίως ὄν, ἐν ῥήματι μόνῳ, καὶ καταχρήσει συνήθειας εἶναι λέγεται. Ὦσπερ καὶ ἄνθρωπος ὀνομάζεται, οὐχ ὁ διὰ μίμησης ἐπὶ τῆς εἰκόνος δεῖκνυμενος, ἀλλ’ ὁ κυρίως λεγόμενος οὗτος, οὐχ ὁμοίωμα τοῦ ἀνθρώπου, ἀλλὰ τὸ ἀρχέτυπὸν ἐστὶ τοῦ ὀνομάματος· ἡ δὲ εἰκών, μέχρις ὀνόματος ἄνθρωπος, καὶ διὰ τοῦτο οὐχ ἔχει τὸ κυρίως λέγεσθαι, ὅπερ λέγεται, ὅτι οὐχ ἐστὶ τῇ φύσει ὁ ὀνομάζεται. Καὶ ἐνταῦθα τοίνυν, εἰ μόνου τοῦ Πατρὸς ἡ οὐσία κυρίως λέγεται, ἡ δὲ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος οὐκέτι, τί ἄλλο; Ἡ οὐχὶ ἀρνησις ἐστὶ περιφανὴς τοῦ σωτηρίου κηρύγματος; Οὕκοῦν ἀπὸ τῆς Ἐκκλησίας ἐπὶ τὰς συναγωγὰς τῶν Ἰουδαίων παλινδρομεῖτωσαν, ἐν τῷ μὴ διδόναι τὸν Υἱὸν κυρίως εἶναι, τὸ μηδὲ ὅλως εἶναι κατασκευάζοντες· τὸ γὰρ ἀχυρον τῷ ἀνυπάρκτῳ ταυτὸν ἐστιν.